Ancient Greek · ~11 min
Chapter 26
Athanasius Alexandrinus, Oratio I contra Arianos 26
Not analysed yet
26. Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥημάτων μνημονεύοντες, εἴπατε· Ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζεν εἰς τὴν τῶν πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρῃζεν ; Εἰρήκατε γὰρ, ‘Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι᾿ αὐτοῦ ποιήσῃ τὰ πάντα. ᾿Τί οὖν ἐστι βέλτιον, τὸ χρῇζον, ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; Τοιαῦτα γὰρ λέγοντες, τοῦ κατασκευάσαντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἵσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλʼ ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργάσασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τούτοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παῤ αὐτῶν ; Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει, Ἴνα δὲ ὅμως καὶ ἐν τούτῳ καταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ υἱοῦ πυνθάνονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώμενον τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ, ἀλλʼ ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλότριον, ἀλλʼ ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν ἐκ τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐτῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦνται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας, ‘Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς ; ᾿προσθεῖναι καὶ εἰπεῖν,‘ Ἐὰν δὲ σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις ; ʼ ἵνα σοι ἀποκρίνηται· ‘Οὐκ ἔξωθεν, ἀλλʼ ἐξ ἐμοῦ ἐστι. Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφʼ ἑτέρου εἰς ἕτερον μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφʼ ἑτέρου εἰς ἐμὲ γεγονὼς, ἀλλʼ ἐξ ἐμοῦ γεγεννημένος· διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι. ᾿Οὕτω γὰρ ἔχει· κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονὼς, ἀλλʼ ἔσχεν ἂν καὶ αὐτὸς ἀεὶ συνυπάρχον τὸ τέκνον,εἰ μὴ ἡ φύσις ἐνεπόδιζε καὶ ἐκώλυετὸ δύνασθαι. Καὶ γὰρ καὶ ὁ ‘Λευῒ ἔτι ἦν ἐντῇ ὀσφύΐ ’τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὗν εἰς τοῦθʼ ἡλικίας ἔλθοι ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ.