Ancient Greek · ~10 min
Chapter 25
Athanasius Alexandrinus, Oratio I contra Arianos 25
Not analysed yet
25. Καὶ βέλτιον ἦν μὲν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι τῆς πρὸς τὴν ἀλήθειαν μάχης. Πολλὰ τοίνυν ρότερον ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος, οὕτως αὐτοῖς τις ἀπαντήσειεν· ‘Ὁ ὢν Θεὸς, οὐκ ὢν γέγονεν ; ἢ καὶ πρὶν γένηται, ἔστιν; ὢν οὖν, ἑαυτὸν ἐποίησεν ; ἢ ἐξ οὐδενός ἐστι, καὶ μηδὲν ὢν πρότερον, ἐξαίφνης αὐτὸς ἐφάνη; ᾿Ἄτοπος ἡ τοιαύτη ἐρώτησις· ναὶ, ἄτοπος καὶ πλέα δυσφημίας· ἀλλʼ ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. Εἰ δὲ τὸ οὕτως ἐρωτᾷν περὶ Θεοῦ βλάσφημον καὶ πλέον ἀσεβείας ἐστὶ, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾷν. Ἀποκρίνασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· ὅτι ὢν, ἐστὶν ἀιδίως ὁ Θεός· ὄντος οὖν ἀεὶ τοῦ Πατρὸς, ἔστι καὶ ἀιδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν Θεὸς, ἐξ αὐτοῦ καὶ ὄντα τὸν Λόγον ἔχει· καὶ οὔτε ὁ Λόγος ἐπιγέγονεν οὐκ ὢν πρότερον, οὔτε ὁ Πατὴρ ἄλογος ἢν ποτε. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ τόλμα εἰς τὸν Πατέρα τὴν βλασφημίαν ἀνάγει, εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν, καὶ Λόγον, καὶ Υἱόν, Ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ Πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται. Ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν Λόγον, ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. Ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος, καὶ λέγοι, ‘Ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν, ἢ ὂν αὐτὸ πεποίηκεν ; ᾿οὐ σώφρονα ἔχειν ὁ τοιοῦτος λογισμὸν νομισθήσεται, ἀλλʼ ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὅ ἐστιν ἐκ τοῦ φωτός, τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐρωτᾷ, πότε, καὶ ποῦ, καὶ ὅτε, καὶ εἰ πεποίηται· οὕτως καὶ ὁ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοιαῦτα λογιζόμενος, καὶ οὕτω πυνθανόμενος, πολλῷ μᾶλλον τὴν μανίαν μείζονα ἂν ἔχοι, ὅτι τὸν ἐκ τοῦ Πατρὸς Λόγον ἔξωθεν αὐτῷ ἐπεισάγει, καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει, ‘Οὐκ ἦν πρὶν γεννηθῇ. Ἀκουέτωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι ὁ ὢν Πατὴρ τὸν ὄντα Υἱὸν ἐποίησεν. Ὁ γὰρ ‘Λόγος σὰρξ ἐγένετο. ʼ καὶ ὄντα αὐτὸν Υἱὸν Θεοῦ ἐποίησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ Υἱὸν ἀνθρώπου, εἰ μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. Καὶ πρός μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παῤ ἡμῶν.