Ancient Greek · ~7 min
Chapter 31
Athanasius Alexandrinus, Oratio I contra Arianos 31
Not analysed yet
31. Εἰ δὲ νομίζουσι καλῶς ἐρωᾷν, ἐν τῷ λέγειν, ‘Ἓν τὸ ἀγένητον, ἢ δύο ; ʼ ἀκούσονται πρῶτον μὲν, ὡς ἀμαθεῖς, πολλά τε εἶναι καὶ οὐδὲν, πλεῖστα μὲν τὰ ‘δυνάμενα γενέσθαι,’ οὐδὲν δὲ τὸ ‘μὴ δυνάμενον, ὥσπερ εἴρηται. Εἰ δὲ, ὡς Ἀστερίῳ ἤρεσε τὸ μὴ ποίημα, ἀλλʼ ἀεὶ ὂν, ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν· ἀκουέτωσαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ὅτι καὶ ὁ Υἱὸς οὕτω κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. Οὔτε γὰρ τῶν γενητῶν, οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀϊδίως σύνεστι τῷ Πατρὶ, ὥσπερ καὶ ἤδη δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ Κυρίου λέγωσιν, ‘ἐξ οὐκ ὄντων ἐστὶ,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ.’ Πάντων δὴ οὖν ἐκπίπτοντες, ἐὰν καὶ ἐκεῖνο θελήσωσι λοιπὸν ἐρωτᾶν κατὰ τὸ ‘ὑπάρχον μὲν, μήτε δὲ γεννηθὲν ἔκ τινος, μήτε ἔχον ἑαυτοῦ πατέρα,ʼ ἀκούσονται μὲν καὶ παῤ ἡμῶν τὸν οὕτω σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν Πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκούειν αὐτούς. Οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν Θεὸν δείκνυσι γενητὸν εἶναι τὸν Υἱὸν, δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον εἶναι τὸν Λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν, Οὐκοῦν εἰ ἀγένητος ὁ Θεὸς, οὐ γενητὴ, ἀλλὰ γέννημά ἐστιν ἡ τούτου εἰκὼν, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Ποία γὰρ ἐμφέρεια τῷ γενητῷ πρὸς τὸ ἀγένητον ; (πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον·) ἐπεὶ εἰ ὅμοιον τὸ γενητὸν τῷ ἀγενήτῳ θέλουσιν, ὡς τὸν ὁρῶντα τοῦτο βλέπειν ἐκεῖνο, οὐ μακράν εἰσιν εἰπεῖν, ὅτι καὶ τὸ ἀγένητον καὶ κτισμάτων ἐστὶν εἰκὼν, καὶ λοιπὸν πέφυρται πάντα παῤ αὐτοῖς, γενητῶν μὲν ἐξίσωσις πρὸς τὸ ἀγενήτον, ἀγενήτου δὲ καθαίρεσις μετρουμένου πρὸς τὰ ποιήματα, ἵνα μόνον τὸν Υἱὸν ἐν τοῖς ποιήμασι καταγάγωσιν.