Ancient Greek
Chapter 32
Athanasius Alexandrinus, Oratio I contra Arianos 32
Not analysed yet
32. Ἀλλʼ οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. Ἐκεῖνος γὰρ, καίπερ σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ ἀἱρέσει, καὶ λέγων ‘ἓν εἶναι τὸ ἀγένητον,ʼ τὰ ἐναντία τούτοις ἀντιφθέγγεται, λέγων καὶ τὴν σοφίαν τοῦ Θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι· καὶ ἔστι μέρος ὧν ἔγραψε ταῦτα· ‘Οὐκ εἶπεν ὁ μακάριος Παῦλος, Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν, ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης, ‘‘δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν,” ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμὶν, τὴν ἔμφυτον αὐτοῦ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων. Καὶ πάλιν μετʼ ὀλίγα· ‘Καίτοι γε ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ αὐτή.’ Εἰ γὰρ καὶ μὴ καλῶς νοήσας τὸ τοῦ ἀποστόλου ῥητὸν, ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλʼ ὅμως συνυπάρχουσαν αὐτῷ ἀγένητον σοφίαν εἰρηκὼς, οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ. Τὸ γὰρ συνύπαρχον οὐκ ἑαυτῷ ἀλλʼ ἑτέρῳ συνυπάρχει. Ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι, μηκέτι ἐρωτάτωσαν, ‘Ἓν τὸ ἀγένητον, ἢ δύο ; ʼ ἵνα μὴ ὡς ἀμφιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦνται κἀκείνῳ, μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγματίῳ, ἵνα μὴ ‘ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι. ʼ Καὶ ταῦτα μὲν διʼ ὀλίγων πρὸς τὴν ἀμαθίαν αὐτῶν εἰρήσθω. Πρὸς δέ γε τὴν πανοῦργον αὐτῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι ; τίς αὐτοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως ; Ἐπειδὴ γὰρ οὐκέτι παῤῥησίαν ἔχουσιν ἐν τῷ λέγειν, ‘ἐξ οὐκ ὄντων,ʼ καὶ, ‘οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ ‘ἀγενήτου᾿ λέξιν, ἵνα τὸν Υἱὸν γενητὸν παρὰ τοῖς ἀεκραίοις λέγοντες, αὐτὰ πάλιν ἐκεῖνα τὰ ῥήματα, τὸ ‘ἔξ οὐκ ὄντων,᾿ καὶ τὸ ‘οὐκ ἦν ποτε,ʼ σημαίνωσιν· ἐν γὰρ τούτοις τὰ γενητὰ καὶ τὰ κτίσματα σημαίνονται.