Ancient Greek · ~7 min
Chapter 34
Athanasius Alexandrinus, Oratio I contra Arianos 34
Not analysed yet
34. Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς ἂν εἴη μᾶλλον τὸν Θεὸν ἐκ τοῦ Υἱοῦ σημαίνειν καὶ ‘Πατέρα’ λέγειν, ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ‘ἀγένητον.’ Τοῦτο μὲν γὰρ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήματος τοῦ Θεοῦ διὰ τοῦ Λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ ‘Πατὴρ’ ἐφʼ Υἱοῦ μόνον σημαίνεται καὶ ἵσταται, Ὅσῳ δὲ ὁ Λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν Θεὸν ‘Πατέραʼτοῦ λέγειν ‘ἀγένητον’ διαφέροι ἄν. Καὶ γὰρ τοῦτο μὲν ἄγραπτον καὶ ὕποπτον ἅτε ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ ‘Πατὴῤ ἁπλοῦν καὶ ἔγγραφον, καὶ ἀληθέστερον, καὶ σημαῖνον μόνον τὸν Υἱόν ἐστι. Καὶ τὸ μὲν ‘ἀγένητον᾿ παῤ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν Υἱόν· τὸ δὲ Πατὴῤ παρὰ τοῦ Κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. Καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν Υἱὸς, ἔλεγεν,‘ Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· ʼ καὶ, ‘Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· ʼ καὶ, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ οὐδαμοῦ φαίνεται τὸν Πατέρα καλῶν ‘ἀγένητον’ αὐτός· ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν, ‘Ὅταν δὲ προσεύχεσθε λέγετε, Θεὲ ἀγένητε· ʼ ἀλλὰ μᾶλλον, ‘Ὅταν δὲ προσεύχεσθε, λέγετε, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. ᾿Καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε, κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγεννήτου καὶ γενητοῦ, οὐδὲ εἰς ὄνομα κτίστου καὶ κτίσματος, ἀλλʼ ‘εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. ᾿Οὕτω γὰρ τελειούμενοι καὶ ἡμεῖς, ἐκ ποιημάτων ὄντες, υἱοποιούμεθα λοιπὸν, καὶ τὸ τοῦ ‘Πατρὸς ᾿δὲ ὄνομα λέγοντες, ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ Πατρὶ Λόγον. Μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπιχείρησις αὐτῶν δέδεικται, καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν.