Ancient Greek
Chapter 33
Athanasius Alexandrinus, Oratio I contra Arianos 33
Not analysed yet
33. Ἔδει οὖν, εἴπερ θαῤῥοῦσιν οἷς λέγουσι, τούτοις καὶ ἐπιμένειν, καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυτούς. Ἀλλʼ οὐ θέλουσι, νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλωνται τὸ ‘ἀγένητον· ʼ καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν Υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ ‘Παντοκράτωρ, καὶ τὸ ‘Κύριος τῶν δυνάμεων. ʼ Εἰ γὰρ τῶν πάντων ὁ Πατὴρ διὰ τοῦ Λόγου κρατεῖ καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς βασιλεύει ὁ Υἱὸς, καὶ τὸ κράτος πάντων ἔχει, ὡς Λόγος καὶ ὡς εἰκὼν τοῦ Πατρὸς, εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συναριθμεῖται ὁ Υἱὸς, οὐδὲ διʼ αὐτὸν λέγεται παντοκράτωρ καὶ Κύριος, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα, ὧν καὶ κρατεῖ καὶ κυριεύει διὰ τοῦ Λόγου. Καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν Υἱὸν, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα σημαίνεται· καὶ καλῶς, ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ Θεὸς, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ Υἱοῦ καὶ δημιουργός ἐστιν. Ὥσπερ δὲ τὸ ‘ἀγένητονʼ πρὸς τὰ γενητὰ σημαίνεται, οὕτως καὶ τὸ ‘Πατὴρ δηλωτικόν ἐστι τοῦ Υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν Θεὸν, τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν Θεὸν Πατέρα καλῶν, εὐθὺς τὸν Υἱὸν νοεῖ καὶ θεωρεῖ. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπʼ ἀσεβείᾳ φιλονεικίαν, ὅτι, καίτοι καὶ τοῦ ὀνόματος τοῦ ‘ἀγενήτου καλὴν ἔχοντος τὴν προειρημένην διάνοιαν, καὶ δυναμένου μετʼ εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπʼ ἀτιμίᾳ τοῦ Υἱοῦ, οὐκ ἀναγνόντες ὅτι ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, καὶ ‘ὁ τὸν Υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν Πατέρα. ᾿Εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, ‘Πατέραʼ τὸν Θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς, ἢ ἐκείνως ὀνομάζειν αὐτόν. Λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν Θεὸν ‘ἀγένητον,ʼ ἐκ τῶν γενομένων ἔργων αὐτὸν, καθάπερ εἴρηται, ποιητὴν μόνον καὶ δημιουργὸν λέγουσι, νομίζοντες ὅτι καὶ τὸν Λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν Θεὸν‘Πατέρα’ λέγων, ἐκ τοῦ Υἱοῦ τοῦτον σημαίνει, οὐκ ἀγνοῶν ὅτι, Υἱοῦ ὄντος, ἐξ ἀνάγκης διὰ τοῦ Υἱοῦ τὰ γενητὰ πάντα ἐκτίσθη, Καὶ οὗτοι μὲν ‘ἀγένητονʼ λέγοντες, μόνον ἐκ τῶν ἔργων σημαίνουσιν αὐτὸν, καὶ οὐκ ἴσασι καὶ αὐτοὶ τὸν Υἱὸν, ὥσπερ Ἕλληνες· ὁ δὲ ‘Πατέραʼ λέγων τὸν Θεὸν ἐκ τοῦ Λόγου σημαίνει τοῦτον. Εἰδὼς δὲ τὸν Λόγον, οἶδεν αὐτὸν δημιουργὸν ὄντα, καὶ καταλαμβάνει ὅτι ‘διʼ αὐτοῦ τὰ πάντα γέγονεν. ᾿