Ancient Greek
Chapter 44
Athanasius Alexandrinus, Oratio I contra Arianos 44
Not analysed yet
44. Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν, Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλήλου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· (ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πατρί·) ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν, ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου,ʼ εὐθὺς ἐπήγαγε τὸ ‘διὰ τοῦτο ὑπερύψωσεʼ δεῖξαι θέλων, ὅτι εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλʼ ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· ‘ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναστάς.’ Κατέβη γὰρ σωματικῶς· ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ διανοίᾳ ταύτῃ τὸν ‘διὸ’ σύνδεσμον, οὐ ‘μισθὸν ἀρετῆςʼ οὐδὲ προκοπῆς, ἀλλʼ αἰτίας δηλωτικὸν, διʼ ἣν ἡ ἀνάστασις γέγονε· καὶ δι᾿ ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νεκροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη. Ἡ δὲ αἰτία αὕτη ἐστιν, ἢν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι, μόνον ἐξ Ἀδὰμ ὄντες, ἀπέθανον, καὶ τὸν θάνατον εἶχον ‘βασιλεύονταʼ κατʼ αὐτῶν· οὗτος δὲ ‘ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν·’ ὁ γὰρ ‘Λόγος σὰρξ ἐγένετο·’ Καὶ λέγεται ὁ τοιοῦτος ‘ἄνθρωπος ἐξ οὐρανοῦʼ καὶ ‘ἐπουράνιος,’ διὰ τὸ ‘ἐξ οὐρανοῦ καταβεβηκέναιʼ τὸν Λόγον· διὸ ‘οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου. ᾿Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλʼ ἐκ γῆς ὑπερυψώθη, διὰ τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ, Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον, ‘διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,’ τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· ‘ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ.’ Ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· ἐπειδὴ, ‘ἐν μορφῇ Θεοῦʼ ὢν, γέγονεν ἄνθρωπος, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτόν·’ οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται, ὅτι ἐπειδὴ, Θεὸς ὢν, γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεὸν, διὰ τοῦτο ‘δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι, ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατωθεὶς σαρκὶ,’ ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει.