Ancient Greek
Chapter 45
Athanasius Alexandrinus, Oratio I contra Arianos 45
Not analysed yet
45. Ἐπειδὴ δὲ αὐτὸς λέγεται ‘ὑψῶσθαι,ʼ καὶ ὅτι ὁ Θεὸς αὐτῷ ‘ἐχαρίσατο,᾿ καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν ‘κατωτέρων μερῶν τῆς γῆς,’ ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέρου, σῶμα τὸ ὑψωθὲν ἀπό τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς, ὡς ἄνθρωπος, διὰ τὸ σῶμα ‘ὑψοῦσθαιʼ λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ‘ὁ Λόγος γέγονε σὰρξ,ʼ ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵνʼ ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας, καὶ κατάργησις τοῦ θανάτου, ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι᾿ αὐτὸν εἰς ἡμᾶς διαμένῃ. Ἐπ᾿ ἀμφοτέρων δὲ εἴρηκεν, ‘ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,ʼ καὶ, ‘ὁ Θεὸς αὐτῷ ἐχαρίσατο· ʼ ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλʼ ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ ‘λαμβάνων’ ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ‘ὑψούμενος’ παῤ αὐτοῦ, ὥσπερ εἴρηται. Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υίοῦ δίδωσι. Καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται ‘δέχεσθαι·’ καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ‘ὑψούμενόςʼ ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς, αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι᾿ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παῤ ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ ἑτέρου, ἀλλʼ αὐτοῦ εἶναι τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον· ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.