Ancient Greek
Chapter 50
Athanasius Alexandrinus, Oratio I contra Arianos 50
Not analysed yet
50. Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε, χρείας πάλιν ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος ; Τῶν γὰρ Ἰουδαίων λεγόντων ‘ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια,ʼ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας αὐτοὺς, ‘Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ᾿Ἰδοὺ γὰρ, ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφʼ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν, ‘εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ᾿Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα τὸ ἃγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότητος σημαίνων ἔλεγεν, ‘ὃς ἂν εἴπῃ λόγον εἰς τὰν Υἱὸν τοῦ ἀνθρώπου, ἕξει ἄφεσιν·’ οἷοι ἦσαν οἱ λέγοντες, ‘Οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός ; ʼ Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες, καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις ὡς ἄνθρωπος ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ, οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν, ‘Λάβετε τὸ Πνεῦμα ἅγιον,ʼ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω· κἀκεῖνος ἐμὲ δοξάσει,’ καὶ, ‘ὅσα ἀκούει λαλήσει.’ Ὥσπερ οὖν ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται εἰπεῖν, ‘ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτήσατο λέγειν· ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,ʼ διὰ τὸ ‘γεγενῆσθαι αὐτὸν σάρκα,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. Διὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι ; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος ; Καὶ ὥσπερ τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφήν·’ οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ αὐτὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. Διὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ λεγομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου διʼ αὐτὴν εἰληφέναι, ὡς ἀνθρώπου, ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ‘ἐκ τοῦ πληρώματος αὐτοῦ’ λαμβάνοντες.