Ancient Greek · ~7 min
Chapter 51
Athanasius Alexandrinus, Oratio I contra Arianos 51
Not analysed yet
51. Τὸ δὲ ‘ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν,ʼ πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, ‘τρεπτὴνʼ δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαῖνον. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτὴ, καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ὥσπερ εἴρηται· ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι, καὶ ἕτερον γίνεσθαι, ὡς τὸν ἄρτι δίκαιον ἄδικον μετʼ ὀλίγον εὑρεθῆναι· διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τοῦ Λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. Ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρανοῦσιν εὔλογον. Ἐπειδὴ γὰρ ‘ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ’ ἐτράπη, καὶ ‘διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,ʼ διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι· ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν τοῦ ὄφεως ἡ ἀπάτη ἐξασθενήσῃ, τοῦ δὲ Κυρίου ἀτρέπτου καὶ ἀναλλοιώτου ὄντος, πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. Ὥσπερ γὰρ, τοῦ Ἀδὰμ παραβάντος, ‘εἰς πάντας ἀνθρώπους’ ἔφθασεν ἡ ἁμαρτία, οὕτως, τοῦ Κυρίου γενομένου ἀνθρώπου, καὶ τὸν ὄφιν ἀνατρέψαντος, εἰς πάντας ἀνθρώπους ἡ τοιαύτη ἰσχὺς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν· ‘οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.’ Οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρεπτος, ‘ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν,ʼ χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτὸς τε ὢν καὶ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, ‘τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ,᾿ ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν ‘τὸ δικαίωμα τοῦ νόμου πληροῦνʼ ἐν αὐτῇ, ὥστε καὶ λέγειν δύνασθαι, ‘Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν.’