Ancient Greek
Chapter 64
Athanasius Alexandrinus, Oratio I contra Arianos 64
Not analysed yet
64. Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ τοῦ Υἱοῦ, ὅσα δʼ ἂν καὶ ὁσάκις ἂν λέγηται, ‘ἐγένετο,’ καὶ ‘γενοῦ,’ τὴν αὐτὴν διάνοιαν σώζειν· ὥστε καὶ τὸ λεγόμενον, ‘γενόμενος κρείττων τῶν ἀγγέλων,’ καὶ ‘ἐγένετο, ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτων γενητὸν αὐτὸν φαντάζεσθαι· ἀλλʼ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος, νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. Ὅτε γὰρ ‘ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,’ ἦλθέ τε ‘ἵνα διακονήσῃ’ καὶ πᾶσι σωτηρίαν χαρίσηται, τότεἡμῖν ‘ἐγένετο’ σωτηρία, καὶ ἐγένετο ζωὴ, καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία ‘κρείττων γέγονε τῶν ἀγγέλων,’ καὶ ἐγένετο ὁδὸς, καὶ ἐγένετο ἀνάστασις. Καὶ ὥσπερ τὸ ‘γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴρηται, οὕτως καὶ νῦν τὸ ‘γενόμενος κρείττων τῶν ἀγγέλων,’ καὶ ‘ἐγένετο,’ καὶ ‘τοσούτῳ κρείττων γέγονεν ἔγγυος ὁ Ἰησοῦς,’ οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, μὴ γένοιτο· ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐεργεσίαν· κἂν ἀχάριστι τυγχάνωσιν οἱ αἱρετικοὶ, καὶ φιλόνεικοι πρὸς ἀσέβειαν.