Ancient Greek
Chapter 63
Athanasius Alexandrinus, Oratio I contra Arianos 63
Not analysed yet
63. Ἃν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ ‘γενοῦ,’ καὶ τὸ ‘ἐγένετο,’ τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν ; Ναὶ τολμήσουσιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἶα καὶ περὶ τοῦ Λόγου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον. Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμμένον καὶ τὸ λεγόμενον ὦδε, ‘γενοῦ,’ καὶ ‘ἐγένετο,’ ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν ‘γενομένην’ βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγόνασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενητοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται, τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ ‘γίνεται’ τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκομένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικουμένοις λέγει· ‘Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι.’ Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ ‘γεγενῆσθαι’ λέγει· ἐπειδὴ καὶ βοήθεια παῤ αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογήσει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν, ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. Ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι, ‘Ὁ δεῖνά μοι γέγονε βοηθός·’ καὶ ἄλλος εἰλέγοι, ‘Κἀμοὶ καταφυγὴ,’ καὶ ‘τούτῳ χορηγός·’ λέγοντες δὲ ταῦτα, οὐ τὴν ἀρχὴν τῆς γενέσεως, οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαίνουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παῤ ἐκείνων εὐεργεσίαν· οὕτως ὅταν λέγωσι περὶ τοῦ Θεοῦ οἱ ἅγιοι τὸ ‘ἐγένετο,’ καὶ τὸ ‘γενοῦ,’ οὐκ ἀρχήν τινα γενέσεως σημαίνουσιν· (ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ Θεός·) ἀλλὰ τὴν εἰς ἀνθρώπους παῤ αὐτοῦ γενομένην σωτηρίαν.