Ancient Greek
Chapter 7
Athanasius Alexandrinus, Oratio I contra Arianos 7
Not analysed yet
7. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς ‘Θαλείαςʼ ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων ; τίς οὐ θεωρεῖ τοῦτον, διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί ; τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυναῖκα; τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξίσταται ; Ὁ μὲν οὖν ‘οὐρανὸς,ʼ ὡς ὁ προφήτης φησὶν, ‘ἐξέστη, καὶ ἡ γῇ ἔφριξενʼ ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτʼ ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ προείρηκεν, ‘Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ· ᾿καὶ μετʼ ὀλίγα, ‘καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν; ᾿Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέντες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα τὸν Ἀρειον ἐξέβαλε τῆς ἐκκλησίας καὶ ἀνεθεμάτισεν, οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοιπὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ Χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ᾿ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπʼ αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομένων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμενοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρονοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες ἐπιστομισθῶσι, καὶ φύγωσιν ἀπʼ αὐτῆς ‘ὡς ἀπὸ προσώπου ὄφεως. ᾿