Ancient Greek
Chapter 8
Athanasius Alexandrinus, Oratio I contra Arianos 8
Not analysed yet
8. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας γραφῆς ἐν τῇ ‘Θαλείᾳʼ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν᾿ ᾿Ιουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Mανιχαίων λεγόντων μέρη τινὰ τῶν εὐαγγελίων, ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν γραφῶν ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν ἰδίαν τῆς κακίας δυσωδίαν κίχραται τὰς λέξεις τῶν γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὕαν ἠπάτησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἀρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργοςʼ εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας, πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα Λόγον ; τίς δὲ πιστεύσει λέγοντι τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ‘ἐκ νεκρῶνʼ δι᾿ ἡμᾶς ‘πρωτότοκονʼγενόμενον Χριστόν; πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, ‘Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,ʼ πάντων ἀθρόως ἀφῃρέθησαν, καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας· καὶ νῦν οὐδὲν συνιέντες, ὡς ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; τίς, ὅτε κατηχοῦντο,τοιαῦτα λελάληκεναὐτοῖς ; τίς αὐτοῖς εἴρηκεν ὅτι, ‘τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματικαὶ ποιήματι πάλιν προσέρχεσθε λατρεύειν; ᾿Εἰ δὲ καὶαὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἢ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· ‘Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,᾿ καὶ ‘ἀποστρεφομένωντὴν ἀλήθειαν. ᾿