Ancient Greek · ~8 min
Chapter 11
Athanasius Alexandrinus, Oratio II contra Arianos 11
Not analysed yet
11. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπʼ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ ‘ἐποίησεν,ʼ ἀντὶ τοῦ ‘ἐγέννησεʼ λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακονοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρός· τῇ δὲ οἰκονομίᾳ κατʼ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη διʼ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ ἀποστόλῳ, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ ‘κτίζεσθαι.’ Ἕως γὰρ ὁμολογεῖται ‘γενόμενος ἄνθρωπος,’ οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ‘ἐγένετο,’ εἴτε ‘πεποίηται,’ εἴτε ‘ἔκτισται,’ εἴτε ‘πέπλασται,ʼ εἴτε ‘δοῦλος,’ εἴτε ‘υἱὸς παιδίσκης,’ εἴτε ‘υἱὸς ἀνθρώπου,ʼ εἴτε ‘κατεστάθη,’ εἴτε ‘ἀπεδήμησεν.’ εἴτε ‘νυμφίος,’ εἴτε ‘ἀδελφιδοῦς,’ εἴτε ‘ἀδελφός.’ Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παῤ αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος, ‘ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰσσοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.’ Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν,’ ἢ, ‘ἐποίησεν ἑαυτῷ Λόγον,ʼ ἵνα καὶ τοιαῦτα φαντασθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς ἢ ‘ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος· ʼ καὶ τότε προφασιζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι, μόνον δὲ εἴ που γέγραπται, ‘ἐποίησε,’ καὶ ‘πεποίηται,’ θηρεύουσι· φοβοῦμαι μὴ κατʼ ὀλίγον ἀκούοντες, ‘Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,ʼ καὶ ‘ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην,ʼ καὶ, ‘ἐποίησε τὴν θάλασσαν.’ εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημάτων συντάττουσιν, εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι.