Ancient Greek · ~9 min
Chapter 12
Athanasius Alexandrinus, Oratio II contra Arianos 12
Not analysed yet
12. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθανέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμβάνειν, ἀλλʼ ἐρευνᾶν διὰ τί καὶ πῶς ταῦτα γέγραπται· καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀνθρωπίνη οἰκονομία, ἣν διʼ ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, ‘Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν,’ εὐθὺς ἐπήγαγε ‘τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. ʼ καὶ πᾶσι γέγονε φανερὸν, (γένοιτο δʼ ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν,) ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ κατά τὸ ἀνθρώπινον αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν;’ ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ‘ἐποίησεν,ʼ ὀρθὴν ἔχει τὴν διάνοιαν. Οὐ γάρ εἴρηκε, καθὰ προεῖπον, ἐποίησεν αὐτὸν Λόγον,ʼ ἀλλά, ‘Κύριον αὐτόν· ʼ καὶ οὐχ ἀπλῶς, ἀλλʼ ‘εἰς ὑμᾶς,’ καὶ, ‘ἐν μέσῳ ὑμῶν ἐποίησεν,ʼ ἴσον τῷ εἰπεῖν, ‘ἀπέδειξε.’ Καὶ τοῦτο αὐτὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδασκαλίας, μετά παρατηρήσεως ἐσήμανεν, ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· ‘Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε διʼ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.’ Τὸ ὁ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ‘ἐποίησε,ʼ τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ‘ἀπέδειξεν· ʼ ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἀπλῶς ἄνθρωπος, ἀλλά Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοιοῦτόν ἐστι καὶ. τὸ ἐν τοῖς εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· ‘Δαὶ τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.’ Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· ‘κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. ᾿Οὕτως τοίνυν Κύριον καὶ βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν, ὡς ὁ νῦν Κύριος καὶ βασιλεὺς ἀναδεικνύμενος, οὐκ ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε βασιλεὺς καὶ Κύριος, ἀλλʼ ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας.