Ancient Greek · ~8 min
Chapter 33
Athanasius Alexandrinus, Oratio II contra Arianos 33
Not analysed yet
33. Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κακουργήματα. Καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμπροσθεν διηλέγξαμεν τὴν ἐν τούτοις αὐτῶν κενολογίαν, ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια, καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν τοῦ μιαροῦ δόγματος αὐτῶν. Ὁρῶμεν γὰρ τὸν λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. Ὁρῶμεν καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν, καὶ μὴ διαιρουμένην μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου· ἀλλʼ αὐτήν τε ὁλόκληρον οὔσαν, καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον, καὶ μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλʼ ὡς γέννημα ἀληθινὸν ἐξ αὐτοῦ. Συνορῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλʼ ‘ἐκ τοῦ Πατρὸςʼ γεννώμενον, καὶ ὁλόκληρον μένοντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον, ὁρᾶν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. Ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ διδάσκων ἔλεγεν, ‘ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ·’ καὶ, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ʼ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν ἡ Χριστομάχος αἵρεσις πειρασάτω πρῶτον τὰ ἐν τοῖς γενητοῖς παραδείγματα διελεῖν καὶ εἰπεῖν, ‘ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος·’ ἢ, ὅτι ‘τοῦτο οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον· ʼ ἢ, ‘ἴδιον μὲν ἔστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός· ʼ καὶ πάλιν διελέτω τὸν λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ ὅτι ‘ποτὲ οὐκ ἦνʼ ἢ ‘οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ·’ ἢ ‘ὅτι μέρος κατὰ διαίρεσίν ἐστιν οὗτος ἐκείνου.’ Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τοῦ φωτὸς καὶ τῆς δυνάμεως, οὕτω διελέτω ὡς ἐπὶ τοῦ λόγου καὶ τοῦ ἀπαυγάσματος· καὶ τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω. Εἰ δὲ ἀδύνατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται μεγάλως, εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως μάτην ἐπεκτείνοντες ἑαυτοὺς, καὶ ἀδυνάτοις ἐπιχειροῦντες;