Ancient Greek · ~8 min
Chapter 34
Athanasius Alexandrinus, Oratio II contra Arianos 34
Not analysed yet
34. Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν εὑρίσκεται τὰ γεννήματα μὴ ‘μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι,’ μηδὲ ‘παθητικῶς ὑφιστάμενα, μηδὲ ‘μειοῦντα τὰς οὐσίας τῶν γονέων,ʼ πῶς πάλιν οὐ μαίνονται, ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη, διαιρέσεις δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, ἵνα τὰς ἀκοὰς ἐν τούτοις ταράσσωσιτῶν ἀκεραιοτέρων, καὶ διαστρέψωσιν ἀπὸ τῆς ἀληθείας; Τίς γὰρ ἀκούων ‘υἱὸν,ʼ οὐκ ἐνθυμεῖται τὸ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας; τίς δὲ, ἀκούσας, ὅτε κατηχεῖτο κατὰ τὴν ἀρχὴν, ὅτι ‘ὁ Θεὸς Υἱὸν ἔχει, καὶ τῷ ἰδίῳ Λόγῳ τὰ πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέξατο κατὰ τὴν διάνοιαν ὡς νῦν ἡμεῖς φρονοῦμεν; τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειόνῶν αἵρεσις, οὐκ εὐθὺς, ἀκούσας ἃ λέγουσιν, ἐξενίσθη, ὡς ἀλλότρια λεγόντων αὐτῶν, καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπαρέντα λόγον ἐπισπειρόντων; Τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ ψυχῇ, ὅτι ὁ Θεὸς Υἱὸν τὸν λόγον, τὴν Σοφίαν, τὴν δύναμιν ἔχει, καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς ἐκ τῶν ῥηθέντων τὸ ‘ἀεὶ,’ τὸ ‘ἐκ τοῦ Πατρὸς,’ τὸ ‘ὅμοιον,’ τὸ ‘ἀΐδιον τοῦ γεννήματος τῆς αὐσίας·’ καὶ οὐδεμία περὶ ‘κτίσματος’ ἢ ‘ποιήματοςʼ ἐν τούτοις ἔννοια. Ὅτε δὲ ‘ἐχθρὸς ἄνθρωπος’ κοιμωμένων τῶν ἀνθρώπων ἐπέσπειρε τὸ ‘κτίσμα,ʼ καὶ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ τὸ πῶς οὖν δύναται; τότε λοιπὸν ὡς ζιζάνιον γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν Χριστομάχων· καὶ εὐθὺς, ὡς ἐρημωθέντες πάσης ὀρθῆς φρονήσεως, δίκην λῃστῶν περιεργάζονται καὶ λέγειν τολμῶσι, ‘Πῶς οὖν δύναται ὁ Υἱὸς ἀϊδίως συνυπάρχειν τῷ Πατρί; καὶ γὰρ οἱ ἄνθρωποι μετὰ χρόνον ἐξ ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν, ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν, πρὶν γεννηθῇ. Πάλιν τε ψιθυρίζουσι, ‘Πῶς δύναται ὁ Υἱὸς Λόγος εἶναι, ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ ἀνθρώπων λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσήμανε τὸ βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέπαυται καὶ ἠφάνισται.