Ancient Greek · ~9 min
Chapter 35
Athanasius Alexandrinus, Oratio II contra Arianos 35
Not analysed yet
35. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατʼ αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ‘ἑαυτοὺςʼ δεσμοῖς ἀσεβείας ‘περιπείροντεςʼ διαλογίζονται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζονται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν διανοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ὁ τοῦ Λόγου Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾶ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ παύεται, καὶ οὐ μένει· ‘ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι· ʼ τοῦτο γὰρ εἶπεν ἡ γραφή· ἀλλʼ ‘ὤν ἐστι καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὤν ἐστι, καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς ἀπαύγασμα φωτός. Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας, καὶ μόνον ἐξῆλθε, καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως, πρὶν λαληθῇ· διὸ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπός ἐστιν ὁ τῶν ἀνθρώπων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπεὶ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἤχει τὴν φύσιν· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ, ὡς ἄν τις εἴποι,’ προφορικός ἐστιν, οὐδὲ ψόφος ῥημάτων, οὐδὲ τὸ προστάξαι Θεὸν, τοῦτό ἐστιν ‘ὁ Υἱός·’ ἀλλʼ ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα τέλειον ἐκ τελείου. Διὸ καὶ Θεός ἐστιν εἰκὼν τοῦ Θεοῦ· καὶ ‘Θεὸς’ γὰρ ‘ἦν,ʼ φησὶν, ‘ὁ Λόγος.’ Καὶ οἱ μὲν λόγοι τῶν ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ λόγος αὐτῶν οὐχ ὑφίσταται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ζῶν ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ Heb. τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὂν ἡμῖν ὁ λόγος. Δημιουργὸς οὖν ἐστι, καὶ ‘χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν,ʼ οὐδὲ δυνατόν τι γίνεσθαι χωρὶς αὐτοῦ.