Ancient Greek · ~10 min
Chapter 46
Athanasius Alexandrinus, Oratio II contra Arianos 46
Not analysed yet
46. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς γραφῆς· ὅτι δὲ ἡ τοῦ ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·’ καὶ πάλιν, ‘Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησὶ, ‘τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον·’ καὶ πάλιν· ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.’ Οὔτε γὰρ ὁ Δαυῒδ λαόν τινα κατʼ οὐσίαν κτιζόμενον ἔλεγεν, οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παῤ ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατʼ οὐσίαν κτιζομένους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλʼ οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατʼ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Tοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ, ‘Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι·’ τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ‘ἔκτισεν,ʼ εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ γραφῇ ‘κτίσμαʼ δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις, ‘Κύριος ἔκτισέ με,ʼ ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ λοιπὸν τὸ ‘ἔκτισεʼ μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ ‘ἔκτισεν’ οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ ‘ἔκτισε,’ τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ,ʼ τὸν μὲν ‘οἶκον’ ἀλληγορεῖτε, τὸ δὲ ‘ἔκτισεν’ οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέννημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.