Ancient Greek · ~7 min
Chapter 47
Athanasius Alexandrinus, Oratio II contra Arianos 47
Not analysed yet
47. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τῆν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ Σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλανθρώπως νῦν λέγει, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·’ ἴσον τῷ εἰπεῖν, ‘Ὁ Πατὴρ σῶμά μοι κατηρτίσατο. καὶ εἰς ἀνθρώπους με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. ʼ Καὶ γὰρ ὥσπερ Ἰωάννου ἀκούοντες, ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ αὐτὸν ὅλον σάρκανοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, ‘Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα,’ καὶ, ‘τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,ʼ οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλʼ ὅτι τὴν μὲν καθʼ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ ἀπόστολος, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας·’ ‘τὰς δὲ ἁμαρτίας ἡμῶν,’ ὡς μὲν ὁ Ἡσαΐας εἶπεν, ἐβάστασεν,’ ὡς δὲ ὁ Πέτρος ἔγραψεν. ‘ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον.’ ὔτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ ‘ἔκτισεν,ʼ οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλʼ ὅτι τὸ κτιστὸν ἐνδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, ‘σῶμα,ʼ ἵνʼ ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν κτίστην ‘κτίσμα; ʼ ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ ‘ἔκτισεν·’ ἀλλʼ οὐ λέγουσι ‘κτίσμα’ τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ‘ἔκτισε’ καὶ τοῦ ‘κτίσματος,’ τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ ‘ἔκτισε’ λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ‘ὁδῶν ἀρχὴνʼ αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ‘ἔκτισε’ τῷ γεννήματι, τὸ λεγόμενον ‘ἀρχὴν ὁδῶνʼ τῷ εἶναι αὐτὸν μονογενῆ Λόγον.