Ancient Greek · ~10 min
Chapter 50
Athanasius Alexandrinus, Oratio II contra Arianos 50
Not analysed yet
50. Τὸ ἄρα πολυθρύλλητον παρʼ ὑμῶν εἰρημένον, ‘Κτίσμα ἐστὶν ὁ Υἰὸς,ʼ οὐκ ἔστιν ἀληθὲς, ἀλλʼ ὑμῶν φαντασία μόνη· καὶ κατηγορεῖσθε παρὰ τοῦ Σολομώνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ Σοφίαν Θεοῦ, λέγων, ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ, ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Καὶ αὐτὸ δὲ τὸ ῥητὸν ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γὰρ, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ‘ἔκτισέ με,ʼ οὐχ ‘ἵνα ποιήσω τὰ ἔργα,’ ἀλλʼ ‘εἰς τὰ ἔργα,ʼ ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ‘ἔκτισεν,’ ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφʼ ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι ‘πρὸ πάντωνʼ ἐστὶν αὐτός; Πῶς δὲ καὶ ‘πάντα διʼ αὐτοῦ ἐγένετο,ʼ καὶ ‘ἐν αὐτῷ συνέστηκεν;’ Ἰδοὺ γὰρ καθʼ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ κτίζεται καὶ ἀποστέλλεται. Ἀλλʼ οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶνς, ‘ἔκτισέ με,ʼ ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, (αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα,) ὅμως ‘Κύριονʼ νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι δοῦλος ἦν, ἀλλʼ ὅτι ‘τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν.’ Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, ‘Πατέρα’ τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον,ʼ καὶ δούλου λαβόντα μορφὴν, ‘Κύριονʼ ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς εὐαγγελίοις, ‘Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα, ‘Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.’ Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν ‘Κύριον’ ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ ‘Κύριονʼ Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν ψαλμῶν λέγον, ‘δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.’ Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ σωτηρίας ἐστὶ δεόμενα.