Ancient Greek · ~10 min
Chapter 51
Athanasius Alexandrinus, Oratio II contra Arianos 51
Not analysed yet
51. Εἰ δ᾿ ὅτι ‘παῖς’ ἐκλήθη φλυαροῦσι, γινωσκέτωσαν ὅτι καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ’ Ἀβραὰμ, καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος παιδάριον ἐκλήθη. Εἰδότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, ‘Κύριον’ τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ διλανθρωπευόμενος οὕτω πεποίηκεν, ἵνα καὶ ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ,ʼ θαῤῥήσωμεν τὸν φύσει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι ‘Πατέραʼ καλεῖν. Ἀλλʼ ὥσπερ ἡμεῖς τὸν Κύριον ‘Πατέραʼ καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· (αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ ‘αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·’) οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,’ μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, καὶ ὅτι ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ καὶ ‘πάντα διʼ αὐτοῦ γέγονε καὶ ‘ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη.’ Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ ‘εἰς ἔργαʼ φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προηγουμένως ἔνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφʼ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ᾿ ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὄτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας, τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς ‘ἔκτισεʼ λέξεως ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει, ‘Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου. ʼ