Ancient Greek · ~10 min
Chapter 57
Athanasius Alexandrinus, Oratio II contra Arianos 57
Not analysed yet
57. Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μωσῆς· ‘Ἐν ἀρκῇ ἐγέννησεν,᾿ οὐδὲ, ‘Ἐν ἀρχῇ ἦν· ᾿ἀλλ᾿ ‘Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ᾿οὐδὲ ὁ Δαβὶδ ἔψαλεν· ‘Αἱ χεῖρές σου ἐγέννησάν με, ἀλλʼ ‘ἐποίησάν με καὶ ἔπλασάν με,’ πανταχοῦ τὸ ‘ἐποίησεν,᾿ ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν ‘ἐποίησα,᾿ ησα,᾿ ἀλλ᾿, ‘ἐγέννησα,᾿ καὶ, ‘γεννᾷ με,᾿ καὶ, ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν καὶ ἐπὶ μὲν τῆς κτίσεως, ‘ἐν ἀρχῇ ἐποίησεν ἐπὶ δὲ τοῦ Υἱοῦ, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος. ᾿Διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρχὴν πεποίηται, καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν, ‘ἐν ἀρχῇ ἐποίησεν ἴσον ἐστὶ τῷ εἰπεῖν πάλιν ἐπʼ αὐτῶν τὸ ‘ἀπʼ ἀρχῆς ἐποίησεν,᾿ ὥσπερ ὁ Κύριος, εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέγων, ‘ἀπ᾿ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν ησεν αὐτούς. ᾿Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά. Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν ψαλμοῖς, λέγον, ‘Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας· καὶ πάλιν, ‘Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς Δῆλον δέ ἐστιν ὅτι τὸ ‘κατʼ ἀρχὰς’ γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν,᾿ ἐκ τοῦ λέγειν ‘ἐποίησεν᾿ τὸ ‘ἤρξατο ποιεῖν᾿ ἐστιν, αὐτὸς Μωσῆς τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουργίαν λέγων· ‘Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. ᾿Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι, εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γίνεσθαι, ἀλλʼ ἦν ἀεί. Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποιεῖσθαι ἔχει, καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν γενητῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι, πρὶν γενέσθαι, ταῦτα γινώσκηται· ὁ δὲ Λόγος τὸ εἷναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλʼ ἐν τῷ Πατρὶ, τῷ καὶ κατʼ ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐτὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.