Ancient Greek · ~9 min
Chapter 58
Athanasius Alexandrinus, Oratio II contra Arianos 58
Not analysed yet
58. Οὕτως ἄρα ἡ θεία γραφὴ τὴν διαφορὰν τοῦ γεννήματος οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα ‘Υἱὸν,᾿ οὐκ ἀπό τινος ἀρχῆς ἀρξάμενον, ἀλλʼ ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς ἔξωθεν ἔργον τοῦ πεποιηκότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· ‘Ἐν ἀρχῇ γέγονεν, ἢ πεποίηται,᾿ ἀλλ᾿, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ᾿ἵνα τὸ γέννημα τῷ ‘ἦν᾿ συνεξακούηται, καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλʼ ἀεὶ καὶ ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυμένων, πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε λέγοντες, ‘ποίημα,᾿ ἢ ‘κτίσμα,᾿ ἤτοι ‘γέννημα εἶναι αὐτόν; Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε. Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;’ καὶ μετʼ ὀλίγα ἐν τῇ αὐτῇ ᾠδῇ φησι, ‘Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. ᾿Ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ ‘ἐγέννησεν,᾿ ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ ‘ἐποίησε,᾿ καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν, ‘Μωσῆς ἐξ ἀρχῆς μὲν εἶπεν εἰρηκέναι τὸν Θεὸν, “Ποιήσωμεν ἄνθρωπον,” αὐτὸς δὲ μετὰ ταῦτα ἔφησε, “Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες·” ὡς ἀδιαφόρων τῶν λέξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά ἐστιν. ᾿Ἀλλὰ μετὰ τὸ ‘ἐκτήσατο,᾿ καὶ ‘ἐποίησε,᾿ λοιπὸν ὕστερον τὸ ‘ἐγέννησεν᾿ ἐπήγαγε, ἵνα καὶ ἑρμηνείαν ὁ λόγος ἔχων φανῇ. Ἐν μὲν γὰρ τῷ ‘ἐποίησεν,’ ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχάριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον μέν φησι, ‘Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; ʼ εἶτα ἐπάγει, ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; ʼ Καὶ δεύτερον πάλιν λέγει, ‘Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες. ᾿