Ancient Greek · ~12 min
Chapter 59
Athanasius Alexandrinus, Oratio II contra Arianos 59.1
Not analysed yet
59. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν, ἀλλὰ καὶ ‘υἱοὺς’ ἐκάλεσεν, ὡς γεννήσας αὐτούς. Τοῦ γὰρ ‘υἱὸςʼ καὶ ὧδε σημαντικόν ἐστι τὸ ‘ἐγέννησεν· ᾿ὡς καὶ διὰ τοῦ προφήτου φησὶν, ‘Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ᾿καὶ ὅλως ὅτε ἡ γραφὴ υἱόν σημᾶναι βούλεται, οὐ διὰ τῆς ‘ἔκτισα,᾿ ἀλλὰ πάντως διὰ τῆς ἐγέννησα,᾿ λέξεως σημαίνει. Καὶ τοῦτο πάλιν Ἰωάννης φαίνεται λέγων, ‘ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ Θεοῦ ἐγεννήθησαν· ᾿πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. Τὸ μὲν γὰρ ‘γενέσθαι,᾿ διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει αὐτοὺς λέγεσθαι υἱούς φησι τὸ δὲ ‘ἐγεννήθησαν,᾿ διὰ τὸ ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλʼ ὁ λαὸς, ὡς ὁ προφήτης φησὶν, ‘ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ χάριν ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄνθρωποι, ὡς εἶπεν ὁ ἀπόστολος, λάβωσιν ‘εἰς τὰς καρδίας ἑαυτῶν τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ. ᾿Οὗτοι δέ εἰσιν ὅσοι, δεξάμενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παῤ αὐτοῦ τέκνα Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξονται. Διὸ, ἵνα τοῦτο γένηται, ‘ὁ Λόγος σὰρξ ἐγένετο,᾿ ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέγοντος· ‘Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πάντων ὑμῶν εἷς πατήρ;’ Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶτον τὸ ‘ἔκτισε καὶ δεύτερον τὸ ‘πατὴρ’ ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ ‘Πατὴρ τοῦ Υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ ‘Υἱὸς’ τοῦ Πατρός ἐστιν ἴδιον. Ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύσει πατέρα τὸν Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι᾿ ὃν κράζομεν, ‘Ἀββᾶ, ὁ Πατήρ. ᾿Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τούτους καὶ αὐτὸς ‘υἱοὺς᾿ καλεῖ, καὶ λέγει, ‘ἐγέννησα· ᾿ἐπειδήπερ τὸ μὲν ‘γεννῷν,᾿ σημαντικόν ἐστιν υἱοῦ, τὸ δὲ ‘ποιεῖν᾿ δηλωτικόν ἐστι τῶν ἔργων. Διὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται γὰρ, ‘Ποιήσωμεν ἄνθρωπον· ὕστερον δὲ, δεξάμενοι τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι. Ἀμέλει καὶ ἐν τῇ ᾠδῇ Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ ‘ἐκτήσατο,ʼ καὶ ὕστερον τὸ ‘ἐγέννησεν’ εἴρηκεν, ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ ‘ἐγέννησεν,ʼ ἐπιλαθέσθαι αὐτοὺς τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλʼ ἵνα γινώσκωσιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται ‘γεννᾶσθαι,ʼ ὡς υἱοὶ, ἀλλʼ οὐδὲν ἧττόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ φύσιν.