Ancient Greek · ~9 min
Chapter 60
Athanasius Alexandrinus, Oratio II contra Arianos 60
Not analysed yet
60. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. Εἰρηκὼς γὰρ τὸ ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,᾿ ἐπήγαγε, ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ᾿Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ μὴ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ ‘γεεννᾷ με,᾿ ἀλλ᾿ ἠρκεῖτο τῷ ‘ἔκτισεν,᾿ ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ ‘ἐγέννησε· ᾿νῦν δὲ εἰρηκὼς, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,ʼ ἐπήγαγεν οὐχ ἀπλῶς τὸ ‘γεννᾷ με,᾿ ἀλλὰ μετὰ συμπλοκῆς τοῦ ‘δὲ συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ ‘ἔκτισε᾿ λέξιν, λέγων· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ᾿Τὸ γὰρ γεννᾶ με, τῷ ‘ἔκτισε᾿ συμπεπλεγμένως ἐπιφερόμενον, μίαν ποιεῖ τὴν διάνοιαν, καὶ δείκνυσιν ὅτι τὸ μὲν ‘ἔκτισε᾿ διά τι εἴρηται· τὸ δὲ ‘γεννᾷ με πρὸ τοῦ ‘ἔκτισεν,᾿ ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, ‘Κύριος γεννᾷ με,’ καὶ ἐπέφερε, ‘πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με,᾿ πάντως προηγεῖτο τοῦ ‘ἐγέννησεʼ τὸ ‘ἔκτισεν οὕτως εἰρηκὼς πρῶτον, ‘ἔκτισεν,ʼ εἶτα ἐπαγαγὼν, πρὸ δὲ πάντων γεννᾷ με,᾿ ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ ‘ἐγέννησε᾿ τοῦ ‘ἔκτισε. ᾿Καὶ γὰρ καὶ λέγων, ‘πρὸ πάντων γεννᾷ με,’ ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλʼ ἀθρόως ἃμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. Διὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ ‘ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ ‘γεννᾷ μεʼ κεῖται· ἀλλʼ ἐπὶ μὲν τοῦ ‘ἔκτισε,ʼ κεῖται ‘ἀρχὴν ὁδῶν·’ ἐπὶ δὲ τοῦ ‘γεννᾷ μεʼ οὐκ εἷπεν, ‘ἀρχὴν γεννᾷ με,᾿ ἀλλὰ, ‘πρὸ πάντων γεννᾷ με. ᾿Ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλʼ ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανερῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν, ὕστερον κτίζεται ‘ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα’ διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ὅς ἐστιν ἀρχὴ. πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πάσιν αὐτὸς πρωτεύων. ᾿