Ancient Greek · ~10 min
Chapter 63
Athanasius Alexandrinus, Oratio II contra Arianos 63
Not analysed yet
63. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα ‘πρωτότοκος᾿ ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, διʼ οὗ γέγονεν ἡ κτίσις, οὕτω καὶ πρὸ τοῦ κληθῆναι ‘πρωτότοκος πάσης τῆς κτίσεως,᾿ ἦν οὐδὲν ἧττον αὐτὸς ‘ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρχονται λέγοντες· ‘Εἰ πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἰς ἐστι τῆς κτίσεως. Ἄφροωες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκὸς ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, ‘πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων,᾿ ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ· ἀλλὰ πάσης τῆς κτίσεως᾿ γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἀλλʼ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ Κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‘ἵνα γένηται πρωτότοκος πάντων,ʼ ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλʼ ‘ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ τοίνυν καὶ ὁ Λόγος εἰς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι ‘πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί· ᾿νῦν δὲ, λεγόντων τῶν ἀγίων ὅτι ‘πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,᾿ ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ κτίσμα, ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, Ἀρειανοὶ, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτερος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ κτίσις διʼ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύναται καὶ κτίζειν τὴν κτίσιν, καὶ εἰς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται παρὰ τῆς ἀληθείας, ὅτι ‘πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς᾿ ἐκλήθη, διὰ τὴν τῆς σαρκὸς συγγένειαν· ‘πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν διὰ τὸ ἐξ αὐτοῦ καὶ μετʼ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν· ‘πρωτότοκος δὲ πάσης κτίσεως᾿ διὰ τὴν φιλανθρωπίαν τοῦ Πατρὸς, διʼ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν, ἀλλʼ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος, ‘ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλεευθερωθήσεταί ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. ᾿Οὕτω δὲ αὐτῆς ἐλευθερωθείσης, ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ Κύριοις, ἵν᾿, ἐν τῷ λέγεσθαι ‘Πρῶτον αὐτὸν, τὰ μετ᾿ αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα.