Ancient Greek · ~9 min
Chapter 62
Athanasius Alexandrinus, Oratio II contra Arianos 62
Not analysed yet
62. Εἰ δὲ καὶ ‘πρωτότοκος τῆς κτίσεως λέγεται, ἀλλʼ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε ‘μονογενής’ ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθʼ ἣν καὶ ‘πολλῶνʼ γέγονεν ‘ἀδελφός. ᾿Ὁ γάρ τοι μονογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρωτότοκος λέγεται. Διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν γραφῶν εἴρηται, ‘πρωτότοκος τοῦ Θεοῦ,᾿ οὐδὲ, ‘κτίσμα τοῦ Θεοῦ· ᾿ἀλλὰ τὸ ‘μονογενὴς,᾿ καὶ τὸ ‘Υἱὸς,᾿ καὶ ὁ Λόγος καἰ ‘ἡ Σοφία,᾿ εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει καὶ τὴν ἰδιότητα· ‘ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· ᾿καὶ ‘ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· ᾿καὶ, ‘εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει· ᾿καὶ ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· ᾿καὶ ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· ᾿καὶ ‘Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ᾿καὶ ‘Σὺ εἷ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ ‘πρωτότοκος’ εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ ‘πρωτότοκος’ ἐλέχθη. Καὶ τὸ ‘ἔκτισε᾿ δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ ‘πρωτότοκος· ᾿εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο ἵνα μονογενὴς μὲν διὰ τὴν ἐκ Πατρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολλῶν ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ ἄλλην Σοφίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ Πατρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπʼ αὐτοῦ τὸ ‘ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός· ᾿τὸ δὲ ‘πρωτότοκος συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἣν ἐπήγαγεν ὁ Παῦλος λέγων, ‘ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. ᾿Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν κτισμάτων.