Ancient Greek · ~9 min
Chapter 81
Athanasius Alexandrinus, Oratio II contra Arianos 81
Not analysed yet
81, Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ‘ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ,ʼ εἰδέναι χρὴ ὅτι οὐχ ὡς μὴ διʼ αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· (οὐ γὰρ ἀμφίβολον ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ ‘χωρὶς αὐτῆς ἐγένετο οὐδὲ ἕν·’ ἀλλὰ τοῦτό ἐστιν ὃ λέγει·) ‘Πάντα μὲν ἐν ἐμοὶ καὶ διʼ ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γενητὰ συγκαταβάσει ἤμην ἁρμόζουσα τὸν παῤ ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλʼ ὁμονοεῖν πρὸς ἑαυτόν.’ Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυτοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γίνονται, δύνανται λέγειν καὶ αὐτοὶ, ‘τῇ διατάξει σου διαμένει τὰ πάντα·’ οἱ δὲ τούτου κατολιγωρήσαντες ἀκούσονται, ‘φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλʼ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.’ Καὶ ἐντραπήσονταί γε ἀκούοντες, ‘ἐπειδὴ γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ,ʼ κατὰ τὸν προειρημένον τρόπον, ‘οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.’ Οὐκέτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι᾿ εἰκόνος καὶ σκιᾶς τῆς Σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης, ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλʼ αὐτὴν τὴν ἀληθινὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄνθρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν εἰκόνος ἑαυτῆς, δι᾿ ἣν καὶ λέγεται ‘κτίζεσθαι,’ ἐφανέρου ἑαυτὴν, καὶ διʼ ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, ‘γέγονε σὰρξ,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ ‘καταργῆσαι τὸν θάνατονʼ καὶ σῶσαι τὸ γένος ἡμῶν, ἔτι καὶ πλέον ἀπεκάλυψεν ἑαυτόν τε καὶ διʼ ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέγων· ‘Δὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’