Ancient Greek · ~8 min
Chapter 82
Athanasius Alexandrinus, Oratio II contra Arianos 82
Not analysed yet
82. Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐτοῦ· μία γὰρ γνῶσις Πατρὸς δι᾿ Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χαρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ Υἱὸς λέγων, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθʼ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι᾿ ἡμᾶς, ὡς οἱ ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ‘ἐξ οὐκ ὄντων ἐστὶν (οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικὸν), ἀλλʼ ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν. Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; εἰ δὲ καὶ ‘ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραίνετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ Πατρί; ἴσον γάρ ἐστι καὶ τοῦτο τῷ λέγειν, ‘ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα,’ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ Χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε καὶ τεθρυλήκατε πανταχοῦ τὸ ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,’ παρεξηγούμενοι τὴν διάνοιαν αὐτοῦ, καὶ μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν ἣ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοωτες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλʼ ἴδιον γέννημα τοῦ Πατρὸς, Σοφίαν καὶ Λόγον ἀληθινὸν, ‘δι᾿ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’ ,