Ancient Greek · ~11 min
Chapter 10
Athanasius Alexandrinus, Oratio III contra Arianos 10
Not analysed yet
10. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς· ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ‘ἕν,ʼ μηδὲ ‘ὅμοιον,’ ὡς ἡ ἐκκλησία κηρύσσει, ἀλλʼ ὡς αὐτοὶ θέλουσι. Φασὶ γάρ· ‘Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν ἀντίκειται, ἀλλʼ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον, διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι.’ Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον ἢ ἀλογώτερον εἴποι ; εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν, υἱοὺς, λέγεσθαι δὲ καὶ περὶ τούτων ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ‘ἕνʼ εἰσι, καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστι τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλʼ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ μείνας, ἀλλὰ παραφρονήσας, ἤκουσε· ‘Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων ; ʼ πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία ἐστίν ; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι ; καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος ἐντολὴν, γενόμενοι ‘οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς,᾿ καὶ τηρήσαντες τὸ ‘Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.’ ‘Μιμηταὶ δὲ γεγόνασιʼ κοί τοῦ Παύλου πολλοὶ, ὡς κἀκεῖνος ‘τοῦ Χριστοῦ·’ καὶ ὅμως οὐδεὶς τούτων οὔτε ‘Λόγος,’ οὔτε ‘Σοφία,’ οὔτε ‘μονογενὴς Υἱὸς,’ οὔτε ‘εἰκών’ ἐστιν, οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ ἢ, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. ᾿Ἁλλὰ περὶ μὲν πάντων εἴρηται, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε ;’ καὶ, ‘Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ ;’ περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ ‘κατʼ εἰκόνα’ γεγόναμεν, καὶ ‘εἰκὼν καὶ δόξα Θεοῦ’ ἐχρηματίσαμεν, ἀλλʼ οὐ δι᾿ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ δι’ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.