Ancient Greek · ~11 min
Chapter 9
Athanasius Alexandrinus, Oratio III contra Arianos 9
Not analysed yet
9. Ἐὰν τοίνυν καὶ ‘μόνος ἀληθινὸς Θεὸς’ ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,’ εἴρηται, ἀλλʼ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, ‘καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’ Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν· ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ ; νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν ὅτι τῆς φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης μαθὼν ἐδίδαξε, γράφων ἐν τῇ ἐπιστολῇ, ‘καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὖτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.’ Καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος, ‘ὁ τανύσας τὸν οὐρανὸν μόνος·’ τοῦ δὲ Θεοῦ, ‘Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα·’ παντὶ δῆλον γέγονεν ὅτι ἐν τῷ ‘μόνῳ’ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ ‘τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,’ Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, ‘Ἐγὼ μόνος,᾿ νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι’ οὖ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, ‘Εἶς Θεὸς,’ καὶ, ‘Ἐγὼ μόνος,’ καὶ, ‘Ἐγὼ πρῶτος,’ ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ ‘Ἐγὼ πρῶτος,’ εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεὸς, ‘Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.’ Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ’ αὐτὸν λέγεται τούτων ‘πρῶτος,’ ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθʼ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλʼ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παῤ Ἕλλησι μύθων εἴρηκεν, ‘Ἐγὼ πρῶτος·’ δῆλον ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον,’ οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει λέγεται πρωτότοκος, ἀλλʼ εἰς ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ ‘πρῶτός’ ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.