Ancient Greek · ~9 min
Chapter 20
Athanasius Alexandrinus, Oratio III contra Arianos 20
Not analysed yet
20. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλεγεν, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς,’ ἀλλ᾿ ἵνα ὥσπερ ἐκεῖνος, Λόγος ὢν, ἔστιν ἐν τῷ ‘ἰδίῳ Πατρὶ,’ οὕτως ἵνα καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέποντες, ‘γενώμεθα ἓν’ πρὸς ἀλλήλους τῃ ὁμοψυχίᾳ Χίᾳ καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἶς ἐτύγχανον ὄντες. Ὡς γὰρ ‘υἱοὶ,ʼ οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ ‘οἰκτίρμονες ὡς ὁ Πατὴρ οὐχ ‘ὡς ὁ Πατήρ Ἀλλʼ ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθὼς ὁ Πατὴρ καὶ ὁ Υὁὸς, οὐχ οὕτως ἐσόμεθα ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ’ ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖθεν τυπωθῆναι, καὶ μαθεῖν πῶς ὀφείλομεν ἓν γενέσθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν. Τὰ γὰρ ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις), ἓν πρὸς ἀλλήλους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθάπερ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε, λέγων, ‘μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ·’ οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· (ἀδύνατον γάρ·) ἀλλʼ ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα, θέλων ἡμᾶς ἀληθῇ καὶ βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλήλους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μαθόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν.’ Ἀσφαλεστέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται· ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται, πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυποῦν, Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, ‘ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν.