Ancient Greek · ~8 min
Chapter 21
Athanasius Alexandrinus, Oratio III contra Arianos 21
Not analysed yet
21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, ‘ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν,’ ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ ‘ἐν ἡμῖν,’ ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν ἢ ὅτι ‘τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα.’ Καὶ ὅτι τὸ ‘ἐν ἡμῖν’ ταύτην ἔχει τὴν σημασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· ‘Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι.’ Τὸ ἄρα ἐν ἡμῖν οὐκ ἔστιν ‘ἐν τῷ Πατρὶ, ὡς ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ,’ ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν ‘ἐξ ἡμῶν μαθέτωσαν.’ Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθʼ ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ‘ἕν’ πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ ‘ἐν ἡμῖν’ ἴσον εἶναι τῷ λέγειν, ‘τῇ δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ,’ ἵνα ἓν γένωνται, ‘τὸ αὐτὸ λέγοντες·’ ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ ‘ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν,’ καὶ, ‘ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.’ Οὐκοῦν δῆλον ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα, τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης ‘τὸν σύνδεσμον.’ Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων. φησὶν ὁ Κύριος· ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν.’ Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ‘ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι·’ ἀλλὰ, ‘καθὼς ἡμεῖς,’ εἶπεν· ὁ δὲ λέγων ‘καθὼς’ οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.