Ancient Greek · ~11 min
Chapter 24
Athanasius Alexandrinus, Oratio III contra Arianos 24
Not analysed yet
24. Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥητοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα ἓν, πόσον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφʼ ἡμῶν· καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι, ‘σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός·’ καὶ, ‘Μὴ συμπαρεκτείνου πένης ὢν πλουσίῳ.’ Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· ‘ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.’ Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομένου ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ τοῦ Πνεύματος μετοχῇ συναπτόμεθα τῇ θεότητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν, λέγοντος πάλιν τοῦ Ἰωάννου· ‘ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.’ Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν Υἱόν; ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ μὴ ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν, ὅτι καὶ ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ Πνεύματι δίδωσι· καὶ ὅσα ἔχει τὸ Πνεῦμα, παρὰ τοῦ Λόγου ἔχει.