Ancient Greek · ~10 min
Chapter 23
Athanasius Alexandrinus, Oratio III contra Arianos 23
Not analysed yet
23. Καὶ τοῦτο πάλιν παῤ αὐτοῦ τοῦ Σωτῆρός ἐστι μαθεῖν λέγοντος· ‘Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας ρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλʼ οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ ‘καθὼς’ λέξει σημαίνεται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, ‘καθὼς,’ οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἓν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ ‘καθὼς πρόκειται, ἐπεὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτʼ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· καθὼς σὺ ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, Ὅταν δέ,᾿ φησιν, οὖτοι τελειωθῶσιν οὕτως, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλʼ ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.’