Ancient Greek · ~7 min
Chapter 29
Athanasius Alexandrinus, Oratio III contra Arianos 29
Not analysed yet
29. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, διʼ ἡμᾶς σάρκα λαβὼν ἐκ παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Ἀόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ʼ εἶτα, ‘Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·’ τοῦ δὲ Παύλου γράφοντος, ‘ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,’ Ἀπὸ τούτων γὰρ, τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν γραφὴν, ὄψεται πῶς ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· ‘Γενηθήτω φῶς,’ καὶ, ‘Γενηθήτω στερέωμα,ʼ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον·’ ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, ‘οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ·’ καὶ γέγραπται, ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθʼ ἡμῶν ὁ Θεός.’