Ancient Greek · ~6 min
Chapter 30
Athanasius Alexandrinus, Oratio III contra Arianos 30
Not analysed yet
30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω τὸν Κύριον γενόμενον ἄνθρωπον· ‘ὁ Λόγος γὰρ, φησὶ, ‘σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.’ Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀνᾶγκαῖον εἰδέναι, μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἀγίων ‘ἐγίνετο,’ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος, ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες, ‘Ποταπὸς ἄρα ἐστὶν οὖτος;’ καὶ, ‘διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;’ εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες, ‘Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς’ ἕκαστον τῶν προφητῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, διʼ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν·’ διὰ τοῦτο ‘Ἰουδαίοις μὲν σκάνδαλόν’ ἐστιν ὁ τοῦ Χριστοῦ σταυρὸς, ‘ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’ ‘ὁ Λόγος’ γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο·’ τῆς γραφῆς ἔθος ἐχούσης λέγειν ‘σάρκα’ τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησὶν, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·’ καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῆ, Ὁὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·’ ‘σάρκα’ γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσι.