Ancient Greek · ~8 min
Chapter 32
Athanasius Alexandrinus, Oratio III contra Arianos 32
Not analysed yet
32. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ ‘αὐτοῦ’ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλʼ ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει. διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν, ‘Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ.’ Ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. Καὶ ἐπὶ μὲν τοῦ ‘ἐκ γενετῆς τυφλοῦ’ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει ‘τὸ πτύσμα,’ θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ’ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (‘ὁ γὰρ Λόγος σὰρξ ἐγένετο,’) ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὖ καὶ ἡ σάρξ ἐστιν. Οὖ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παῤ αὐτοῦ ᾖ, καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν, τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἦττον Κύριον αὐτὸν καὶ Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.