Ancient Greek · ~9 min
Chapter 33
Athanasius Alexandrinus, Oratio III contra Arianos 33
Not analysed yet
33. Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειεν; ἢ τίς οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; εἰ γὰρ τὰ τῆς θεότητος τοῦ Λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη ἄνθρωπος· καὶ πάλιν, εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ Λόγου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ὁ ἄνθρωπος· ἀλλʼ εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, ὡς προεῖπον, πάλιν δὲ ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορὰ, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε, καὶ τοῦτο δείκνυται. Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη· καὶ Ἰωάννης ἔτι κυοφορούμενος ‘ἐσκίρτησεν ἐν ἀγαλλιάσειʼ ἐπὶ τῇ φωνῇ τῆς Θεοτόκου Μαρίας· καὶ ὅμως ‘ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ʼ καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοὶ, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. Νῦν δὲ τοῦ Λόγου γενομένου ἀνθρώπου, καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς, οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον Λόγον· ἀλλʼ ὑπʼ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροὶ, ἀλλὰ κατὰ τὴν τοῦ Λόγου δύναμιν ἀναστάντες, ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτόκου Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι, ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων· ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν, καὶ μηκέτι ὡς γῇ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλʼ ὡς τῷ ἐξ οὐρανοῦ Λόγῳ συναφθέντες, εἰς οὐρανοὺς ἀναχθῶμεν παῤ αὐτοῦ. Οὐκοῦν οὕτω καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλʼ ὡς ἴδιοι τοῦ Λόγου, τῆς αἰωνίου ζωῆς μετάσχωμεν. Οὐκέτι γὰρ, κατὰ τὴν προτέραν γένεσιν, ‘ἐν τῷ Ἀδὰμ’ ἀποθνήσκομεν· ἀλλὰλοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν Λόγον, ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς διʼ ἁμαρτίαν κατάρας διὰ τὸν ἐν ἡμῖν ‘ὑπὲρ ἡμῶν γενόμενον κατάραν·’ καὶ εἰκότως γε. Ὥσπερ γὰρ, ἐκ γῆς ὄντες πάντες, ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν, οὕτως ‘ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννηθέντες, ἐν τῷ Χριστῷ πάντες ζωοποιούμεθα,’ οὐκέτι ὡς γηΐνης, ἀλλὰ λοιπὸν λογωθείσης τῆς σαρκὸς διὰ τὸν τοῦ Θεοῦ Λόγον, ὃς δι᾿ ἡμᾶς ‘ἐγένετο σάρξ.’