Ancient Greek · ~11 min
Chapter 34
Athanasius Alexandrinus, Oratio III contra Arianos 34
Not analysed yet
34. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας ‘αὐτοῦ’ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτʼ ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν, καὶ διψᾷν, καὶ κάμνειν, καὶ μὴ εἰδέναι, καὶ καθεύδειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφʼ ἑκάστου, ‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί·’ καὶ μὴ εἰδέναι λέγοντος, καὶ ῥαπιζομένου, καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος ‘σαρκί·’ καὶ φοβουμένου, καὶ κρυπτομένου ‘σαρκί·’ καὶ λέγοντος, ‘εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο,ʼ καὶ τυπτομένου, καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὅλως πάντα τὰ τοιαῦτα ‘ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτʼ εἴρηκε, ‘Χιστοῦ οὖν παθόντος ‘οὐ θεότητι, ἀλλ᾿’ ὑπὲρ ἡμῶν σαρκὶ,’ ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλʼ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπαθής ἐστι, καὶ ὅμως δι᾿ ἣν ἐνεδύσατο σάρκα, λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων, ‘καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι·’ Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, ‘Διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπʼ αὐτῆς παύσοιτο; ʼ δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλόνεικον αἱρετικόν· ‘Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλʼ ὕστερον τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὡς γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.’