Ancient Greek
Chapter 38
Athanasius Alexandrinus, Oratio III contra Arianos 38
Not analysed yet
38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.