Ancient Greek
Chapter 39
Athanasius Alexandrinus, Oratio III contra Arianos 39
Not analysed yet
39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ) ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν ‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿ αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν, ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’ Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ʼ