Ancient Greek · ~7 min
Chapter 45
Athanasius Alexandrinus, Oratio III contra Arianos 45
Not analysed yet
45. Ἀλλʼ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης ‘ἄφεσιν,ʼ ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ Χριστοφόροι γινώσκομεν ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, ‘οὐκ οἶδα· ʼ οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ὢν, σαρκικῶς ἔλεγεν, ‘οὐκ οἶδα,’ Τότε γοῦν εἰρηκὼς ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδε,ʼ καὶ τῶν κατὰ Νῶε ἀνθρώπων τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται,ʼ καὶ πάλιν, ‘ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· διʼ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἷπον, οὐδὲ ὁ Υἱός.’ Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα·’ καὶ, ‘ᾗ οὐ δοκῶ ὥρᾳ·’ νῦν δὲ, τοῦτο μὲν οὐκ εἷπεν· εἰρηκὼς δὲ, ὅτι ‘οὐκ οἴδατε ὑμεῖς,’ καὶ, ‘ᾗ οὐ δοκεῖτε,ʼ ἔδειξεν ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· διʼ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, ‘οὐδὲ ὁ Υἱὸς οἶδεν·’ ‘οὐκ οἶδεʼ γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν Χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν, ‘οὐκ ἔγνων,’ ἀλλʼ, ‘οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ ἦν ὁ Σωτὴρ) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ‘τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ’ ἤνοιγε, καὶ τὰς ‘ἀβύσσους’ ἐῤῥήγευε, καὶ τῷ Νῶε εἴρηκεν· ‘Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν.’ Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε, ‘Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν. ʼ Εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας.