Ancient Greek · ~8 min
Chapter 46
Athanasius Alexandrinus, Oratio III contra Arianos 46
Not analysed yet
46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’ Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· ‘οὐδεὶς γὰρ ‘οἶδε τὸν Υἱὸν,’ φησὶν, ‘εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι᾿ Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος, πρότερον ἀποκαλύψας τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο, ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα, καὶ γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο.