Ancient Greek · ~9 min
Chapter 48
Athanasius Alexandrinus, Oratio III contra Arianos 48
Not analysed yet
48. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἷδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἷδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς, λέγει, ‘οὐδὲ ὁ Υἱὸς οἶδε.’ Τίνος μὲν οὖν χάριν τότε εἶπεν, ‘οὐκ οἶδα,ʼ ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι χρὴ. τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· (παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας.) Ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ ‘θροηθῶμεν,’ γινομένων αὐτῶν, ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι ‘οἶδα·’ ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον, εἶπεν ὅτι ‘οὐκ οἶδα·’ ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ διʼ ἡμᾶς ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διʼ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς οἶδε·’ καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, ‘οὐκ οἶδα’), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, ‘οὐκ οἶδα,ʼ ἔστησε κἀκείνων τὴν ἐρώτησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα ἐπέβη’ τοῖς ἀγγέλοις, ἀναβαίνων ὡς ἄνθρωπος, καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφόρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο βλέποντες, πάλιν ἠρώτων, ‘Πότε τὸ τέλος ἔσται, καὶ πότε σὺ παραγίνῃ;’ εἶπεν αὐτοῖς φανερώτερον, ‘Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.’ Καὶ οὐκ εἶπε τότε, ‘οὐδὲ ὁ Υἱὸς,’ ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως, ἀλλʼ, ‘ὑμῶν οὐκ ἔστι γνῶναι Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, καὶ ἀποθεμένη τὴν νέκρωσιν, καὶ θεοποιηθεῖσα· καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι, ὅτι ‘οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν.’ Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός; ‘Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία.’