Ancient Greek
Chapter 47
Athanasius Alexandrinus, Oratio III contra Arianos 47
Not analysed yet
47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ; οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, ‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, ‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ Πνεύματος ἐῤῥίφθαι,ʼ αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν. ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σεσιώπηκε, καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆῤ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν· ἀλλʼ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵνʼ ἐκεῖνοι, πεισθέντες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὰς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, ‘οὐκ οἶδα,ʼ δύο τούτων χάριν, ὥς γε νομίζω· ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ ‘διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων’ ἕτερόν τις αὐτὸν ‘λογίσηται, ὑπὲρ ὃ βλέπει·’ ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, ‘οὐκ οἶδα,ʼ ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα μὴ φαίνηται ‘δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. ʼ