Ancient Greek
Chapter 61
Athanasius Alexandrinus, Oratio III contra Arianos 61
Not analysed yet
61. Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα διʼ αὐτοῦ γέγονε, μὴ λεγέσθω ‘βουλήσει·’ ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ διʼ αὐτοῦ γενόμενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος, οὐκ ὢν πρότερον, ὕστερον ὅμως ‘διὰ θελήματος Θεοῦ ἀπόστολος’ γέγονεν· ἡ δὲ κλῆσις ἡμῶν, ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη, προηγουμένην ἔχει τὴν βούλησιν, καὶ ὡς αὐτὸς πάλιν ὁ Παῦλός φησι, ‘κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦʼ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον, ‘Γενηθήτω φῶςʼ καὶ, ‘Ἐξαγαγέτω ἡ γῆ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον,’ ἡγοῦμαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. Τὰ μὲν γὰρ μὴ ὄντα ποτὲ, ἀλλʼ ἔξωθεν ἐπιγινόμενα, ὁ Δημιουργὸς βουλεύεται ποιῆσαι· τὸν δὲ ἴδιον Λόγον ἐξ αὐτοῦ φύσει γεννώμενον οὐ προβουλεύεται· ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ἄλλα, ὅσα βουλεύεται, ποιεῖ, καὶ δημιουργεῖ ἐν τούτῳ· καθὼς καὶ Ἰάκωβος ὁ ἀπόστολος διδάσκων ἔλεγε, ‘βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας.’ Οὐκοῦν ἡ περὶ πάντων τῶν τε ‘ἀναγεννωμένωνʼ καὶ τῶν ἅπαξ γινομένων τοῦ Θεοῦ βούλησις ἐν τῷ Λόγῳ ἐστὶν, ἐν καὶ τὰ δόξαντα ποιεῖ καὶ ἀναγεννᾷ· καὶ τοῦτο γὰρ πάλιν ὁ ἀπόστολος σημαίνει, γράφων εἰς Θεσσαλονίκην, τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Εἰ δὲ, ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ βούλησίς ἐστι, καὶ ἐν Χριστῷ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, πῶς δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι γίνεσθαι; εἰ γὰρ καὶ αὐτὸς ἐν βουλήσει, καθʼ ὑμᾶς, γέγονεν, ἀνάγκη καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ Λόγῳ συνίστασθαι, διʼ οὗ καὶ αὐτὸς γίνεται· δέδεικται γὰρ ἡ τοῦ Θεοῦ βούλησις οὐκ ἐν τοῖς γινομένοις οὖσα, ἀλλʼ ἐν τῷ ‘δι’ οὗʼ καὶ ‘ἐν ᾧ’ γίνεται τὰ ποιήματα πάντα. Ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν ‘βουλήσει’ καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν,’ ἀρκείσθωσαν τῷ λέγειν ἦν ποτε ὅτε οὐκ ἦν·’ ἵνα, αἰσχυνόμενοι διὰ τὸ ἐκ τούτου χρόνους σημαίνεσθαι, γνῶσιν ὅτι καὶ ‘βουλήσειʼ λέγοντες χρόνους πρὸ Υἱοῦ σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται τὸ βουλεύεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. Εἰ δὲ ὁ Λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργὸς, αὐτὸς δὲ συνυπάρχει τῷ Πατρὶ, πῶς δύναται τοῦ ἀϊδίως ὄντος, ὡς μὴ ὄντος, προηγεῖσθαι τὸ βουλεύεσθαι; εἰ γὰρ προηγεῖται βουλὴ, πῶς ‘δι’ αὐτοῦ τὰ πάντα’; μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ‘ἀποκυηθεὶςʼ Υἱὸς, ὥσπερ καὶ ἡμεῖς ‘Λόγῳ ἀληθείαςʼ γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζητεῖν, ὥσπερ εἴρηται, ἄλλον Λόγον, διʼ οὗ καὶ οὗτος γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, ὧν ἠθέλησεν ὁ Θεός.