Ancient Greek · ~8 min
Chapter 62
Athanasius Alexandrinus, Oratio III contra Arianos 62
Not analysed yet
62. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γὰρ), ἀλλὰ ‘πάντα διʼ αὐτοῦ γέγονεν,’ ἅπερ ὁ Πατὴρ βεβούληται, πῶς οὐ δείκνυται τούτων πολυκέφαλος πανουργία; ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ‘ποίημα καὶ ‘κτίσμα,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ’ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, ‘βούλησιν προβαλλόμενοι, καὶ λέγοντες, ‘Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ, ἐπιλαθόμενοι ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ‘ἀνάγκηνʼ καὶ ‘παρὰ γνώμην,ʼ ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοὶ, τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι· τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκουσάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· ‘οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει καὶ οὐκ ἐκ. βουλήσεως Πατήρ.